# Scholia in Iliadum 1.373-378

Scholia in Homerum, Scholia in Iliadum, 1.373 to 1.378. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.373

767. φόβον Ἄρηος φορεούσας] ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, διωκέμεν ἠδὲ φέβεσθαι (II. 5, 223). 769. *φέρτατος] οὕτως φέρτατος, οὐ φέρτερος, αἱ Ἀριστάρ- χου. 776. ἐλεόθρεπτόν τε σέλινον] ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. ἠτυμολόγηκε δὲ διὰ τοῦ ἐλεόθρεπτόν τε σέλινον τὸ ἐξ ἕλους σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον. 777. ἔστασαν] δασυντέον τὸ ἔστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλι- κος· οἱ δὲ ἀόριστοι ψιλὸν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· “στὰν δὲ μεταστοιχεί” (Il. 23, 358), καὶ ὁ πρότερος “στῆσαν ἀείραντες” (Od. 2, 425). οὐκέτι δὲ ὁ ἔστασαν στάσαν. 781. *γαῖα δʼ ὑπεστενάχιζε] ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέ- γεται καὶ ἐπιλέγεται. 783. Τυφωέος] οὕτως Τυφωέος, ὡς Ἀχιλλέως· καὶ γὰρ “Τυφωέϊ γαῖαν ἱμάσσῃ,” ἀπʼ εὐθείας τῆς Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦ- τος τύπος παρώνυμος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
