Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.38-5
Not analysed yet
77. ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρηχθέντες· ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵνʼ ἡ σύν πρόθεσις κέηται ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ “τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν” (Il. 1, 183). βέλτιον δὲ τὸ πρότερον. *ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.