# Scholia in Iliadum 1.380-395

Scholia in Homerum, Scholia in Iliadum, 1.380 to 1.395. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.380

795. προσέφη] γρ. μετέφη. 798. *τὸν ἡ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. μὲν δή] οὕτως αἱ Ἀριστάρχου, ἤδη μέν, καὶ ἐν τοῖς πρὸς Κωμανὸν ὁμοίως προφέρεται, καὶ μήποτε παραπλήσιόν ἐστι τῷ “ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν” (Il. 3, 184). 801. προτὶ ἄστυ] οὕτως προτὶ ἄστυ, οὐ περὶ ἄστυ, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν. 802. *σοὶ δέ] ὅτι περισσεύει ὁ δέ σύνδεσμος. 805. τοῖσιν ἕκαστος] ἀπʼ ἄλλης ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς, τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα· τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ. 807. ἠγνοίησεν] ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω δια- σκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοίησεν, ἀλλʼ ἀντὶ τοῦ οὐκ ἀπίθησεν. 808. δʼ ἔλυσ᾿] τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προ- περισπῶσιν, ἵνα ποιητικώτερον γένηται, ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι· “ἂν δʼ ἄρ᾿ ἔβη Πρίαμος (Il. 3, 261) “αὐτὰρ ὁ βῆ ῥ᾿ ἰέναι᾿ (Il. 10, 73)· “οὐδʼ ἔλαθ᾿ Ἀτρέος νἱόν” (Il. 17, Ι) “ἐμὲ δʼ οὐ λάθεν” (Od. 9, 281). 809. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὄτι ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι· καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. 811. *οὕτως αἰπεῖα ὡς ὀξεῖα. 813. οὕτως προπαροξυτόνως Βατίειαν, ὡς Ἀλεξάνδρειαν. 814. πολυσκάρθμοιο] πολυκινήτον, ταχείας, διὰ τὸ πολλὰ ἐνερ- γεῖν αὐτὴν ἐν τῷ πολέμῳ· σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις. Μύρινα δὲ Ἀμαζόνος ὄνομα. 816. κορυθαίολος] ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι κινῶν, διὰ τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. ἢ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. ἢ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις. 819. ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας, καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ “τὸν δʼ ἔκτανε Δάρδανος ἀνήρ” (701). 820. *ὑπ᾿ Ἀγχίσῃ] ὅτι περιττεύει ἡ ὑπό. 824. οὕτως ὑπαί, ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυ- ξανόμεναι διὰ τοῦ ῑ φυλάσσουσι τὸν αὐτὸν τόνον. 827. ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (Il. 4, 110).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
