# Scholia in Iliadum 1.39-3-51

Scholia in Homerum, Scholia in Iliadum, 1.39 to 1.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.39-3

88. ἐν πόλει ἄκρῃ] διάλυσις ἢ μετατύπωσις ὁ τροπος. φασὶ δὲ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν, καὶ ἐν τῇ δεξιᾷ χειρὶ δόρυ. 90. πέπλον, ὄς οἱ] τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. 92. ἐπὶ] ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵνʼ ᾖ παρὰ γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ “ἡ μὲν ἐπʼ ἐσχάρῃ” (Od. 6, 52) ἀντὶ τοῦ παῤ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει. διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. 96. *αἴ κεν] Ἀρίσταρχος ὥς κεν Τυδέος. *Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον. 97. τινὲς οὕτως διεῖλον, ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα μήστωρα φόβοιο. Ἀπολλόδωρος δὲ διχῶς, ἄγριον αἰχμητὴν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις· εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι. *φόβοιο] ὅτι ἀντὶ τοῦ φυγῆς. 109. ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν· ἢ συναπτέον, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον. 112. ὅτι Ζηνόδοτος γράφει “ἀνέρες ἔστε θοοὶ, καὶ ἀμύνετον ἄστεϊ λώβην.” συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον. 113. *διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κε, ὄφρα κʼ ἐγώ, καὶ διὰ τοῦ ἄν. 114. καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι, ἢ ὡς. ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστε- θεικέναι. 117. ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπιδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι. 119. Γλαῦκος δʼ] ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν. 121. ἰόντες] Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἰόντε. ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν. 123. ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς Ἀθηνᾶς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
