Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.398
Not analysed yet
831. περὶ πάντων] οὕτως φυλακτέον τὸν τόνον τῆς προθέσεως. εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ “ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν” (Od. 1, 66)· “οὗ περὶ μὲν πρόφρων κραδίη” (Il. 10, 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς. τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται.