Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.4
Not analysed yet
4, 5. ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δέ ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι κληθῆναι ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος “ἠέρα ἑσσάμενοι” (O. 124). ἢ· ἀπὸ τῆς ἐράσεως, τουτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι ἐποίουν γένος τὸ τῶν ἡρώων. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ γῆ κατὰ διάλεκτον, ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γένος τῶν ἀνθρώ- πων.