Ancient Greek
1.40 to 1.42
Scholia in Homerum, Scholia in Iliadum 1.40-42
Not analysed yet
53. ἐννῆμαρ] ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδέτερον σνγκείμενον. ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. κῆλα] νῦν τὰ βέλη· διὸ καὶ τὸ σημεῖον. 56. *κήδετο γὰρ Δαναῶν] εὐλόγως ἐφρόντιζε τῶν Ἑλλήνων ἡ Ἤρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς, ἄλλως τε καὶ ἦν ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένωνται τοῖς Τρωσὶν ὄλεθρος. *ὁρᾶτο] ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται. 58. τοῖσι δʼ ἀνιστάμενος] τὸ γὰρ παλαιὸν, κἂν βασιλεὺς ἦν κἂν ἄλλης οἱοσδήποτε τύχης λαμπρᾶς, ἐδημηγόρει δὲ, ὀρθὸς ἵστατο. *μετέφη] διὰ τὴν μετά.