Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.401
Not analysed yet
836. Σηστὸν καὶ Ἄβυδον] πόλεις περὶ τὸν Ἑλλήσποντον, καθʼ ἃς ὁ Ξέρξης, ἐπιστρατεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς καὶ ἐπλή- ρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον, ἄφατον ὂν, πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλλήσ- ποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός. εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα.