Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.403
Not analysed yet
839. ποταμοῦ ἀπὸ Σελλήεντος] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀνα- στρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις. ὁμοίως καὶ Νικίας. οὐκέτι μέντοι ἐπὶ τοῦ “Ξάνθῳ ἐπὶ δινήεντι” (Il. 5, 479), “μάχῃ ἐνὶ κυδιανείρῃ” (Il. 6, 124)· ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε “Ξάνθου ἄπο δινήεντος,” φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ *“ποταμοῦ ἀπὸ Σελλήεντος.” εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα, καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθʼ ὑποταγὴν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται. ὅτι Σελλήεις ποταμός ἐστιν Ἀσίας, ὁμώνυμος τῇ Θεσπρωτίᾳ.