# Scholia in Iliadum 1.404-414

Scholia in Homerum, Scholia in Iliadum, 1.404 to 1.414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.404

842. Πύλαιος] τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδια- στολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν Πυλαῖον. 847. Τροιζήνοιο] οὕτως Τροιζήνοιο, ὡς Εὐμήλοιο· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. 851. Πυλαιμένεος] ὅτι οὗτός ἐστι Πυλαιμένης περὶ οὗ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν (II. 5, 576. 13, 643). 852. *ἐξ Ἐνετῶν] ὅτι Ζηνόδοτος γράφει ἐξ ἐνετῆς. παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις ἐπενοήθη. ἀγροτε- ράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. τὸ δὲ Ἐνετῶν ὡς Θεσ- σαλῶν. 854. Παρθένιον ποταμόν] τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα οὕτως προσαγορεύεσθαι· ἢ ἐπειδὴ παρθένος οὖσα ἡ Ἄρτεμις ἐν αὐτῷ ἐλούσατο. 856. Ὀδίος καὶ Ἐπίστροφος] ἡ διπλῆ, ὅτι καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (ll. 9, 170), καὶ παρὰ τοῖς Ἕλλησιν Ἐπίστροφος (517 et 692). Ἀλίζωνες δὲ ἔθνος Πόντου. εἰσὶ δὲ οὖτοι Βοιωτοὶ, οὖς τινες Οἴνοπάς φασιν, οἱ δὲ ἔθνος Αἰακῶν. 858. Χρόμις] ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις δὲ λέγει Χρομίον τὸν αὐτόν (Il. 17, 218). 866, 861. ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην (Il. 21) οὐχ εὑρίσκεται ἐπʼ ὀνόματι πίπτων. εἴωθε δὲ ὁ ποιητὴς τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς, δύναται ὁ ἕτερος μένειν. 862. Φρύγας] ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως· Αἰσχύλος δὲ συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο. 865. Γυγαίη τέκε λίμνη] ἄνευ τοῦ ῑ, Γυγαίη τέκε λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν καὶ Διόδωρον καί τινες τῶν καθʼ ἡμᾶς προστιθέασι τὸ ῑ, ἵνʼ ᾖ λίμνῃ ἔπι Γυγαίη τέκε, κακῶς· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν τέκνα ἱστορεῖν· βίαιοι δέ εἰσιν. 867. Νάστης αὖ Καρῶν] ὅτι Θουκυδίδης (1, 3) λέγει τὴν ὀνομα- σίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
