# Scholia in Iliadum 1.41

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.41

109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ κέραα. τὸ δὲ χρέεα χρέα συγκοπή. ἑκκαιδεκάδωρα] δῶρον καλεῖται ὁ παλαιστὴς, ὅ ἐστιν ἔκτασις τῶν τῆς χειρός τεσσάρων δακτύλων. ἢ καὶ ἑκκαίδεκα ἐνιαυτῶν. ὦρος γὰρ ὁ ἐνιαυτός· ὅπερ ἄτοπον. καὶ ποῦ ἐστὶ κέρας δύο ἥμισυ πηχῶν; ἀλλʼ οὐκ ἐπὶ ἑκατέρου φησὶν, ἀλλʼ ἀμφοτέρων. Ἀλέξανδρος δέ φησιν ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτὼ, ἰσοσταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου. * Ἰακῶς τὸ πεφύκει.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
