# Scholia in Iliadum 1.44-2-51

Scholia in Homerum, Scholia in Iliadum, 1.44 to 1.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.44-2

82. *ἴσχεσθ᾿] ἀντὶ τοῦ ἴσχετε ἐνεργητικοῦ. ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε. 83. ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ διάνοιαν ὁρίζεται. 90. βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ κέλεται ῥῆμα. 92. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει. 97. νῦν] τὸ νυν περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. 99. Ἀργείους καὶ Τρῶας] ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι δὲ τὸ διακρινθῆναι διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος συνήθως ἡμῖν τέταχεν. *πέπασθε] διὰ τοῦ ᾱ τὸ πέπασθε Ἀρίσταρχος. 100. ἔνεκ’ ἀρχῆς] ὅτι Ζηνόδοτος γράφει ἕνεκ’ ἄτης. ἔσται δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ μέντοι τοῦ ἕνεκ᾿ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν. 102. διακρινθεῖτε] οὕτως προπερισπᾶται· ἔστι γὰρ εὐκτικὸν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ “καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε” (Od. 22, 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ “ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί” (Il. 2. 126).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
