# Scholia in Iliadum 1.44-4-56

Scholia in Homerum, Scholia in Iliadum, 1.44 to 1.56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.44-4

102. ὅτι τῷ ἀπηρτισμένῳ κέχρηται, νίκης πείρατʼ ἔχονται, οὐκ ἔχεται. 104. βιότοιο τελευτή] γράφεται καὶ θανάτοιο τελευτή, οἷον θανάσιμον τέλος. 109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως γὰρ. οὐ φρονίμως ἐπὶ τῇ μάχῃ ἐσπούδακεν. δεῖ οὖν τὸ κατὰ δύνα- μιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν. 110. * Ἀρίσταρχος ἀνὰ δʼ ἄνσχεο, ἀνάσχου δέ. ἀνὰ δὲ σχέο κηδόμενός περ] τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφʼ ἑαυτοῦ νῦν, ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάσχεο. 111. *μηδʼ ἔθε] ὅτι τὸ ἐθέλω ἀεὶ ἀνὸ τοῦ ε ἄρχεται. 113. *τούτῳ γε, τῷ Ἕκτορι. *γρ. καὶ τοῦτόν γε. 114. * Ζηνόδοτος χωρὶς τοῦ ν ἀμείνω γράφει. ἔρριγʼ ἀντιβολῆσαι] γράφεται καὶ διὰ τοῦ μ, ἀντιμολῆσαι. βέλτιον δʼ ἂν, φασὶν, εἴρητο Ὁμήρῳ, ὅπερ μέγα φέρτατός ἐστιν· ἐπʼ αὐτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν. 116. * ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει. 117. εἶπερ ἀδειής τʼ ἐστί] γράφεται καὶ διὰ τοῦ γ, ἀδειής γε. (sic etiam margo inter.) ἀφʼ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑπο- στικτέον ἀκόρητος· ὁ γὰρ λόγος, εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλή- ρωτος πολέμου ἐστὶν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι. 118. γόνυ κάμψειν] ἀναπαύσεσθαι, ἢ συγκάμψειν τὰ γόνατα διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι. *γόνυ κάμψειν ἀντὶ τοῦ φυγεῖν. 127. ὅς ποτε μʼ εἰρόμενος] ὅτι Ζηνόδοτος γράφει μέγα δʼ ἔστενεν, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς μειρόμενος, οἷον στερό- μενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν, ἀλλʼ ἐπὶ τοῦ μερίζεσθαι· “καὶ ἥμισυ μείρεο τιμῆς” (Il. 9, 616). δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ ἐγήθεεν γραφήν. ὅς ποτέ μʼ εἰρόμενος] τὸ πλῆρες, ἐμὲ εἰρόμενός τε. 128. γενεήν τε τόκον τε] πατέρα καὶ παῖδα. τὸ μὲν γὰρ ἐπαι- νεῖν τοὺς προγόνους κολακικὸν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον. 129, 130. ἀκούσαι—ἀείραι] παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
