Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.44-5
Not analysed yet
85. *βέλος δ᾿] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ. ἀπέταμνε] δεινός ἐστιν Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίνειν· διὰ γὰρ τοῦ ἀπέταμνε τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀίσσων, ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα δηλῶν.