Ancient Greek
1.44 to 1.50
Scholia in Homerum, Scholia in Iliadum 1.44-7-50
Not analysed yet
88. ἅδος] δασυντέον· τὰ γὰρ α πρὸ τοῦ δ ὂν, καὶ μὴ ἔχον στερη- τικὴν ἔννοιαν ἢ κρᾶσίν τινα, δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, κατὰ κρᾶσιν, ἀδαής ἀδρανής ἀδευκής, μὴ οὕτως δὲ ἔχον ἁδρός ἁδινός Ἀδρίας. διὸ καὶ τὸ Ἄδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. 91. ἂν δʼ Ἀγαμέμνων] γράφεται ἐν δʼ Ἀγαμέμνων. 92. *Βιήνορα] Ἀρίσταρχος Βιάνορα. 93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον] τι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ “αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169). 94. κατεπάλμενος] ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἀπό, τῆς. ἑτέρας ἀρκούσης. Ζηνόδοτος δὲ ἀντίον καὶ Ἀριστοφάνης. 96. *ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη. 97. ἐγκέφαλος δέ] ὅτι Ἀπολλώνιος ποιεῖ ἐγκέφαλόνδε, καὶ τὸν ἐξῆς ἀθετεῖ.