# Scholia in Iliadum 1.45-3-54

Scholia in Homerum, Scholia in Iliadum, 1.45 to 1.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.45-3

105. *ὅτι τῆς Τρωϊκῆς Λυκίας. Λυκίηθεν] Λνκίας χώρας, ἧς ἐβασίλευε Σαρπηδών. ἔστι δὲ καὶ ἑτέρα τῆς Τρωάδος πόλις, ἧς ἐβασίλευε Πάνδαρος. 107. *ἐπὶ τὸ ἀναχωρήσας βραχὺ διασταλτέον. 112. * ἐπὶ τὸ στάς βραχὺ διασταλτέον. 113. ἀνηκόντιζε] ἐμφατικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος. 116. * ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν. 118. *δός δέ τε μʼ ἄνδρα ἑλεῖν] οὕτως ἔν τισιν Ἡρωδιανός. ἡ δὲ γραφὴ, τόνδε τέ μʼ ἄνδρα. ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν] τουτέστι διὰ δόρατος ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστι δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὸν ὑπαντῆσαι. 119. * ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται] ἅπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία. 121. ?? ὣς ἔφατʼ εὐχόμενος] ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν τὸ εὐχόμενος. 122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενή- νεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπʼ Ὀδυσσέως τρέχοντος (Il. 23. 772). 124. *Τρώεσσι μάχεσθαι] ἀντὶ τοῦ μάχου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
