# Scholia in Iliadum 1.46-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.46-2

88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζώοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφιζάνουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. κατ᾿ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίτταις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι, ἀπ᾿ ἀρχῆς ἕως πέρατος οὐκ ἀποληγούσαις κατ᾿ ὀλίγον, ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῶα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπιση- μαίνεται ὡς ἄρτι γινομένης.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
