# Scholia in Iliadum 1.46-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.46-3

93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων καὶ τῆς κλίνης καὶ τοῦ δουρείου ἵππου, ναυπηγὸς ἀπὸ τῆς σχεδίας, κυνηγός ἀπὸ τῆς κυνηγεσίας καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμ- πλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. ἔστι δὲ γεωργὸς μέν· “ἐν ποίῃ δρέπανον μέν” (Od. 16, 368). β. κυβερ- νήτης· “αἰεὶ γὰρ πόδα νηός” (Od. 10, 32). γ. τέκτων ἀπὸ τῆς κλίνης (Od. 23, 189). δ. ναυπηγὸς ἀπὸ τῆς σχεδίας (Od. 5, 243). ε. κυνηγὸς ἀπὸ τοῦ Παρνασσοῦ (Od. 19, 430). V. μάντις· “φήμην τίς μοι φάσθω” (Od. 20, 100). ζ. μάγειρος· “δαιτρεῦσαί τε καὶ ὀπτῆσαι” (Od. 15, 323). η. ἰατρός· “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι” (Od. 1, 262). θ. μουσικός· “μῦθον ὥστʼ ἀοιδός” (Od. 11, 368). ι. πύκτη· “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23, 634). ια. παλαιστής· “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635). ιβ. δισκευ- τὴς παρὰ Φαίαξιν (Od. 8, 186). ιγ. τοξότης· “εὖ μὲν τόξον οἶδα” (ib. 215). ιδ. ἀκοντιστής· “δουρὶ δʼ ἀκοντίζω” (ib. 229). ιε. ῥήτωρ· “καὶ ἔπεα νιφάδεσσιν ἐοικότα” (Il. 3, 222). ιϚ. ἀστρολόγος· “Πληϊάδας θʼ ὁρόωντι” (Od. 5, 272).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
