# Scholia in Iliadum 1.5-4-17

Scholia in Homerum, Scholia in Iliadum, 1.5 to 1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.5-4

9. Ἄρνῃ] ὅτι Ζηνόδοτος ἐν μὲν τῷ καταλόγῳ (Il. 2, 507) πε- ποίηκεν “οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον,” ἐνθάδε δὲ εἴασε τὴν Ἄρνην. διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ. 9, 10. ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος λεγομένου “ τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος” (137)· καὶ ὅτι ἐνθάδε μόνον ἐφʼ ἡρωΐνης τὸ ἐπίθετον, καὶ ἐν τῷ ἀθετουμένῳ “Αἴθρη Πιτθῆος θνγάτηρ, Κλυμένη δὲ βοῶπις” (Il. 3, 144). 12. * ὄτι περικεφαλαίας εἶδος ἡ στεφάνη. στεφάνης] στεφάνη εἶδος περικεφαλαίας· ἔστι δὲ καὶ κόσμος γυναικεῖος. τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· “ον τε κατὰ στεφάνης ποταμὸς χτιμάρροος ὤσῃ” (Il. 13, 138). *λῦσε δὲ] Ἀρίσταρχος λύντο δὲ γυῖα. 15. Δεξιάδην] εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιό- τητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομέ- νοις συνάπτεσθαι. ἢ γὰρ Ἰφίνοον Δεξιάδην, ἢ βάλε δεξιάδην ὦμον, ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἐφαλλόμενον. 16. *ὦμον] κατὰ τὸν ὦμον. * λύντο] οτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη. 20. *ὅτι θηλυκῶς τὴν Ἴλιον. 22. φηγῷ] ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτί- θεται· πρὸ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου. ἀξιοπίστως ἔθηκε τὸν τόπον. παρὰ γὰρ τὸ φαγῶ, ὅ ἐστι καίω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν αὐτῇ κέχρηνται τῇ τροφῇ. 26. ἑτεραλκέα] οὕτως ἡ νίκη λέγεται ὅταν οἱ νικῶντες νικῶνται ἢ ἀνάπαλιν. ἐν ἄλλῳ, τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρέχουσαν. ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν. 28. ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον. 31. *βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. 32. ὑμῖν ἀθανάτῃσι] ὅτι Ζηνόδοτος ἀθανάτοισιν. ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε, τῇ Ἀθηνᾶ καὶ τῇ Ἥρᾳ, οὐκ ἀπιθάνως. 33. *ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα. 39. προκαλέσσεται οἰόθεν οἶος] ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η. ἔστι γὰρ προκαλέσσηται· καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος ἀντὶ τοῦ μόνος πρὸς μόνον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
