# Scholia in Iliadum 1.5-5

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.5-5

5. ἤτοι συναπτέον ἄητον ἐλθόντʼ ἐξαπίνης, ἢ ὑποστικτέον ἀνυ- ποκρίτως ἐπὶ τὸ ἄητον, ἵνʼ ἡ τὸ ἐξῆς, Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης. πῶς δὲ ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρκτου, τοῦ δὲ Ζεφύρου ἐκ δύσεως πνέοντος; ῥητέον οὖν ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ μέχρι τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς καθʼ ἑκατέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
