# Scholia in Iliadum 1.50-2-62

Scholia in Homerum, Scholia in Iliadum, 1.50 to 1.62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.50-2

110. * τὸ ε περιττόν. Αἴαντα ταχὺν] ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης ἐνενεωλκήκει· καὶ διέσταλκε δὲ, προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου. *Φυλέος ἄλκιμον νἱόν] τὸν Μέγητα. 112. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐνενεωλκήκει. 115. *νεμεσήσεαι] γράφεται νεμεσήσεται. 116. ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. καθʼ ἑαυτὸ δὲ ἀνα- γνωστέον τὸ “ὡς εὕδει” ἐν θαυμασμῷ, ἢ τοῖς ἄνω συναπτέον, νεικέσω ὡς εὕδει. 117. *διὰ τὴν αὐτὴν αἰτίαν. 118. *ὅτι ἀνεκτὸς ἡ χρειώ, οὐκ ἀνεκτή. 120. *ὅτι περισσὸς ὁ και. 122. οὔτ’ ὄκνῳ εἴκων] φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι δι’ ὧν γίνεται ἡ ῥαθυμία, ἀμέλεια καὶ ἄνοια· καὶ ἐν Ὀδυσσείᾳ “νήπιος ἠὲ χαλίφρων, ἠὲ ἑκὼν μεθιεῖ” (Od. 4, 371), ὥστε τὸ δοκοῦν ἁμάρ- τημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιίσταται. 123. ἀλλʼ ἐμέ τʼ εἰσορόων] ἀλλʼ εἰς ἐμὲ ἀποβλέπων. οὔτε τὸν Νέστορα συκοφάντην ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμφανίζει, ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ, κἀκεῖνος ἐκδέχεταί μου τὴν ὁρμὴν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον. 124. ὁ Ἰξίων μέγʼ ἐπέγρετο. καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν. *ἐν ἄλλῳ μέγʼ ἐπέγρετο. 127. ἐν φυλάκεσσ’· ἵνα γάρ σφιν] ὅτι Ζηνόδοτος γράφει ἵνα γάρ μιν. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν αὐτοῖς σημῆναι. διὸ καὶ ἑξῆς ἐπιφέρει “κείνους δὲ κιχησόμεθα.” *ἠγερέεσθαι] διὰ τοῦ θ αἱ Ἀριστάρχου, ἠγερέθεσθαι. 129. *ἔξω τοῦ τ, οὔ τίς οἱ. 130. *χωρὶς τοῦ σ, ἐποτρύνει καὶ ἀνώγει. .

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
