# Scholia in Iliadum 1.52-3-58

Scholia in Homerum, Scholia in Iliadum, 1.52 to 1.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.52-3

139. *τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν δέ τισι χαλκός γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ. ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει χαλκός. ἐπιλέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω (123) σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι, καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερθετικόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα. 140. ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς τραῦμα· διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. διαφέρει δὲ ὠτειλὴ οὐλῆς· ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος. 141. *οὕτως ὁμοτόνως τῷ ζώῳ τὸ ὀστέον· καὶ γὰρ ἐν ἑτέροις φησὶ “λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος” (Od. 18, 196). ἡ διπλῆ, ὅτι τινὲς ἐλεφαντά ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά· δεῖ δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα. 142. Κάειρα] Καρίνη, ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. φασὶ δέ τινες τὸ Καῖρα διαιρεῖ- σθαι· οἱ δὲ, ὡς ἀπὸ τοῦ φαίνω φαείνω. καὶ ὁ λόγος δὲ τὴν εῑ δίφθογγον αἰτεῖ. ἔμμεναι ἵππων] καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη μόνως δυϊκῶς. 147. *εὐφυέες] ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες· βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν. σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. 148. * οὅτως Ἀρίσταρχος, ῥίγησεν δʼ ἄρ, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ. 149. *ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
