# Scholia in Iliadum 1.53-5-60

Scholia in Homerum, Scholia in Iliadum, 1.53 to 1.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.53-5

120. *πύλησιν] ὅτι πληθυντικῶς τὴν πύλην. 121. ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν “δοιοὶ δʼ ἔντοσθεν χῆες εἶχον ἐπημοιβοί” (456). 124. τὸ ἰθὺς φρονέων πρὸς τὴν δόκησιν τοῦ Ἄσίου φησίν. δύναται δὲ τὸ φρονέων καὶ καθʼ ἑαντὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος. 125. κεκλήγοντες] ὡς ἀρήγοντες. οὐ γὰρ τὸ κεκληγότες ἐπλεό- νασε τῷ ν, οὐδὲ παρὰ τὸ “ὀξέα κεκληγώς” (Il. 2, 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ “ἐπέπληγον πόδες ἵππων” (Il. 5, 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρν- νομένη, ἔνθεν τὸ κεκλήγοντες. 126. *ὕτι ἐπὶ τῶν Τρώων λέγει ἀντὶ τοῦ ἐμπεσεῖν, ἐνσεῖσαι. 127. Ζηνόδοτος καὶ Ἀριστοφάνης δυικῶς ἅπαντα, ἀνέρε, ὁριστῷ, υἷε ὑπερθύμω, κιέτην. 128. Λαπιθάων] Λαπίθαι ἥρωες ἀρχαῖοι, οἱ ἀπὸ Λαπίθου τοῦ Ἄπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες. 131. θυράων] γράφεται καὶ πυλάων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
