# Scholia in Iliadum 1.53

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.53

103. ἀργειφόντῃ] ἀργῷ καὶ καθαρῷ φόνου, ἢ ὥς τινες κατ᾿ ἐπω- νυμίαν, ὅ ἐστιν ἐξ αἰτίας τοιαύτης. Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς, τοῦ Ἀργείων βασιλέως, Ζεὺς ἐρασθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς βοῦν διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη αὐτὴν παρὰ Διὸς καὶ λαβοῦσα, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον, τὸν πανόπτην καλούμενον, ἐπειδὴ κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε· καὶ ἐντεῦθεν Ἀργει- φόντης ἐκλήθη. τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης πρῶτον ἦλθεν ἐπὶ τὸν ἀπ᾿ ἐκείνης Ἰόνιον κόλπον κληθέντα· ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπ᾿ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλα- νηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύ- τερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
