Ancient Greek
1.56 to 1.58
Scholia in Homerum, Scholia in Iliadum 1.56-58
Not analysed yet
107. Θυέστ᾿ Ἀγαμέμνονι] ἡ διπλῆ ὅτι οὐ γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς. αὐτὰρ ὁ αὖτε Θυέστ᾿ ]ὅτι συμφωνοῦντας αὐτοὺς συνίστησι. καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὑτοῦ Αἰγίσθῳ καταλείπει τὸ σκῆπτρον, ἀλλ᾿ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα ἀντὶ τοῦ Θυέστης. 109. *ἔπε᾿ Ἀργείοισι μετηύδα] ὅτι τὸ ἑξῆς ἐστὶ μετ᾿ Ἀργείοισιν ἔπεα ηὔδα. 110. *ἥρωες Δαναοί] ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι. στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευ- τικὴ γὰρ ἡ περίοδος.