# Scholia in Iliadum 1.58-64

Scholia in Homerum, Scholia in Iliadum, 1.58 to 1.64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.58

81. καταπέψῃ] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ γαστρὶ πλείω χρόνον κατεχομένων σιτίων διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην. 83. * φράσαι] ὅτι Ζηνόδοτος γράφει φράσον. μᾶλλον δὲ τὸ φράσαι ἁρμόζει. 85. *μάλα] διασταλτέον ἐπὶ τὸ μάλα. θαρσήσας μάλα εἰπέ] τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίως δὲ καὶ μακρῷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. ὅ τι οἶσθα] ὅτι οἶσθα χωρὶς τοῦ σ. οὕτως γὰρ λέγει διὰ παντός· “οἶσθα· τίη τοι ταῦτα” (Il. 1, 365), “οἶσθα, γέρον,” (Od. 4. 465). 86. οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς. πεπλεόνακε δὲ κατὰ Ἀττικὴν συνήθειαν. Κάλχαν] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. Κάλχα. τὰ δὲ εἰς ας λή- γοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, Θόαν, Αἶαν. 88. οὔτις ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. τινὲς δὲ τὸ σοί τοῖς ἐπάνω προσδιδόασιν, ἵνʼ ᾖ σοι δερ- κομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις. 90. οὐδʼ ἢν Ἀγαμέμνονα] ὁ τρόπος ὑπερβολή. ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. 91. * ἐνὶ στρατῷ] Ἀχαιῶν, οὐκ ἐνὶ στρατῷ, αἱ Ἀριστάρχειοι. ὁμοίως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
