Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.59-2
Not analysed yet
151. ὡς δὲ ἴδεν] συσταλτέον τοῦ ἴδε τὸ ῑ, ὁμοίως τῷ “οὐκ ἴδον, οὐ πυθόμην” (Od. 23, 40). εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν “ὡς δʼ εἶδεν νεῦρον τε,” ὁμοίως τῷ “ὡς εἶδεν δύο φῶτε” (Il. 5, 572), οὐχ ὑγιῶς. ἐνθάδε γὰρ οὐ καλῶς δυνάμεθα ἀναγνῶναι ἢ φυλάσσοντες τὴν εῑ δίφθογ- γον. ἐπὶ δὲ τούτων παραφύλαξαι ὅτι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ῑ ἀπʼ αὐτῆς μετὰ συστολῆς, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτως “τὲν δʼ δεν Αἰνείας” (Il. 5, 166) “νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος” (Il. 2, 82), διαστολὴν δὲ οὕτως μετὰ συστολῆς “τὴν δὲ ἴδεν προμολοῦσαν” (Il. 18, 382) “τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ” (Od. 5, 333). οὕτως οὖν καὶ ἐνθάδε. *ὄγκους] τοὺς τῆς ἀκίδος λέγει πώγωνας.