Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.6
Not analysed yet
5, 6. Διὸς δʼ ἐτελείετο βουλὴ, ἐξ οὖ δὴ τὰ πρῶτα] Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ ἀφʼ οὗ χρόνον ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλά- σματα δεξώμεθα. ἱστορία. Διὸς βουλὴν οἱ μὲν τὴν εἱμαρμένην ἀπέδοσαν, ἄλλοι δὲ ἐξεδέξαντο δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδωναίῳ ὄρει τῆς Θε- σπρωτίας, ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ (14, 327.) “τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βου- λὴν ἐπακούσαι.” ἄλλοι δʼ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπʼ ἀνθρώπων πολυπληθίας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, διʼ οὗ πολλοὺς πάνυ ἀπώλεσεν· ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθείρειν. ὅπερ τοῦ Μώ- μου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ τὴν Θέτιδος θνητογαμίαν καὶ θυγατέρος καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, ἀφʼ οὗ χρόνου συνέβη κονφισθῆναι τὴν γῆν, πολ- λῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποι- ηκότι, εἰπόντι οὕτως ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενʼ ἀνδρῶν . . . ἐβάρυνεβαθυστέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι σύνθετο κουφίσσαι βάρεος παμβώτορα γαῖαν ῥιπίσσαι τε πόνου μεγάλην ἔριν Ἰλιακοῖο, ὄφρα κενώσειεν θανάτῳ βάρος· οἱ δʼ ἐνὶ Τροίῃ ἥρωες κτείνοντο· Διὸς δʼ ἐτελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν, κατὰ τὴν Ἀριστάρχειον καἰ Ἀριστοφάνους δόξαν, τῆς Θέτιδος εἶναι βουλὴν, ἣν ἐν τοῖς ἑξῆς φησι λιτανεύουσαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ ἐν τῷ προοιμίῳ.