Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.6-2
Not analysed yet
8. βάσκ᾿ ἴθι] Τυραννίων ὑφ᾿ ἕν, ὡς ἄπιθι. παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ᾿ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·” “ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζεν,” καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα- φρόδιτος δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθ᾿ ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003). βάσκ᾿ ἴθι] στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται. *ὅτι παραλλήλως βάσκε καὶ ἴθι. ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.