Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.6-4
Not analysed yet
6. *ἐξαπίνης] σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμ- βολαί. Νικίας καὶ Πάμφιλος δασύνουσι τὸ αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο· ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασὶ, φιλεῖ πως τὰ ἀπὸ δασέων πως πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος· πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς· “πάντʼ ἄμυδις κεφαλῆς” (Il. 12, 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἀμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰς τὸ ῡ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπὴ, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα.