# Scholia in Iliadum 1.60-3-69

Scholia in Homerum, Scholia in Iliadum, 1.60 to 1.69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.60-3

153. *στενάχων] ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὀρέγων· λαὶ γὰρ στενάχοντο ὡς ὀρέγοντο. 155. *ἔταμνον] ἐγὼ δηλονότι. 157. *ἔβαλον] ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα” (140). 158. οὐ μέν πως ἄλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι. 159. σπονδαί τʼ ἄκρητοι] ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν τὸ “κρητῆρι δὲ οἶνον μίσγον” (Il. 3, 269). οὐ γὰρ κεκραμένον ἔσπενδον. 161. ὅτι Ζηνόδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ τίσουσιν, ἐπὶ τῶν Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ τῶν παραβαινόντων τὰ ὅρκια. 164. *ὀλώλῃ] ἀντὶ τοῦ ἀπολεῖται, πρὸς ὃ ἡ διπλῆ, καὶ ὅτι Ἴλιος θηλυκῶς. ἀπʼ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος. 166. ὑψίζυγος] ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφʼ ὧν καθέζονται οἱ ἐρέσσοντες· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον. 167. ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα] ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγὶς, πρὸς τοὺς νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους καταστάσεως παρασκευαστική ἐστιν. *ἐπισσείῃσιν] ἀντὶ τοῦ ἐπισσείῃ. πρὸς ὃ ἡ διπλῆ. 170. μοῖραν] οὕτω πότμον αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς ἐν ταῖς κοιναῖς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
