Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.63-2
Not analysed yet
134. διπλῆν, ἐκταδίην] οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα. οὔλη] ὡς κούρη· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο “οὔλων τε ταπήτων” (Il. 16, 224). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ Ἀρίσταρχος. καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτο- νοῦσι τὸ ὄνομα, λέγοντες οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος θόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός πολλός, τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι.