# Scholia in Iliadum 1.63

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.63

153. Σίσυφος] Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλι- οῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. ἐπιπέμπει οὖν αὐτῷ τὸν θάνατον. ὁ δὲ Σίσυφος αἰσθόμενος τὴν ἔφοδον, δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ- πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα * * κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδει. ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρδιστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο. κέρδιστος] συνετώτατος, ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὑτοῦ πανουργότατον ἔλεγεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
