# Scholia in Iliadum 1.64-3-75

Scholia in Homerum, Scholia in Iliadum, 1.64 to 1.75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.64-3

137. γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον. συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνέγειρεν. ἔστι γάρ τι καὶ ἐν τοῖς μετὰ ταῦτα πρῶτον. 140. κλισίης] κλισία ἡ σκηνὴ, ἔνθα ἀνέκλινον τὰ ἄρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι. σημειοῦνταί τινες ὅτι ἔνδον καθεύδει Ὀδυσσεὺς, ἀλλʼ οὐχ ὁ Διομήδης· “ἐκτὸς ἀπὸ κλισίης” (151). 141. *ἐπί] γράφεται κατὰ νῆας. 142. *ἀμβροσίην] γράφεται καὶ ὀρφναίην. ὅ τι δὴ χρειῶ τόσον ἵκει] ὥσπερ ἐν ἀρχῇ (37) τίφθ’ οὕτως, οὕτως καὶ νῦν ἀντὶ τοῦ τί δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ “ὁπποίης δʼ ἐπὶ νηός” (Od. 1, 171) ἀντὶ τοῦ ποίας. στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην. 146. *ἀλλʼ ἕπευ] Ἀρίσταρχος χωρίς τοῦ υ, ἀλλʼ ἔπεʼ ὄφρα. 147. οὐ καθʼ ἓν διασταλτέον, βουλεύειν, φεύγειν, μάχε- σθαι, ἀλλὰ συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν, ὃν ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν. 151. ἐκτὸς ἀπὸ κλισίης] στρατιωτικὸν τὸ αἰθριοκοιτεῖν· δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνῳ θρασύς. 152. εὗδον, ὑπὸ κρασὶν δʼ] διὰ τὴν μεθʼ ἡμέραν ταλαιπωρίαν κοιμῶνται· στρατιωτικῶς δὲ τοῖς αὐτοῖς ὅπλοις χρῶνται καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν. 153. ὄρθ’ ἐπὶ σαυρωτῆρος] ἐν τῇ Ἀριστοφάνους σαυρωτῆρας πληθυντικῶς. σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δόρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν. 158. ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (15, 45) μετάκειται ἐπὶ τοῦ Πεισιστράτου ἐπὶ κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδὶ, ἀλλʼ οὐχὶ τῇ χειρίς νῦν μὲν γὰρ εἰκότως ἐπὶ τῆς γῆς κοιμώμενον οὕτως ἐγείρει. 159. *διχῶς ὁ Ἀρίσταρχος, ἔγρεο καὶ ὄρσεο. *ἀωτεῖς] ἀπανθίζεις, παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, ἢ κοιμᾷ παρὰ τὸ ἀέσαι τὸ κοιμᾶσθαι. 160. ἐπὶ θρωσμῷ πεδίοιο] τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνοματικῶς καλεῖται Θρωσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
