# Scholia in Iliadum 1.65-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.65-3

155. * Ἰακῶς τὸ τίκτεν Ἀρίσταρχος. Βελλεροφόντην] οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Bέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. λαβὼν δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλε- ροφόντου ἐδέετο ὅπως αὐτῷ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν, ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξεύποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετό- πησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβολήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε, θελῆσαι ἐπὶ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτε- ρωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ δὲ ἱστορία παῤ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
