# Scholia in Iliadum 1.66-3-84

Scholia in Homerum, Scholia in Iliadum, 1.66 to 1.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.66-3

157. *Ἀρίσταρχος Ἰακῶς κακὰ μήσατο. 158. *τὸ πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον. 159. *γάρ μιν] γρ. γάρ οἱ. 160. Ἄντεια] ἡ διπλῆ, ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθνέβοιαν, καὶ τι ἀκαίρως τὸ δῖα· μάχεται γὰρ ἡ μάχλος. προπερισπαστέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα, κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ “δῖα Κλυταιμήστρη” (Od. 3, 266). 169. γράψας ἐν πίνακι πτυκτῷ] ὅτι ἔμφασίς ἐστι τοῦ τῆς λέξεως γράμμασι χρῆσθαι· οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλʼ ἐστὶ γράψαι τὸ ξέσαι. οἷον οὖν ἐγχαράξας εἴδωλα διʼ ὧν ἔδει γνῶναι τὸν πενθερὸν τοῦ Προίτου. 170. δεῖξαι δʼ ἠνώγειν] οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος· ἠνώγεεν γάρ. *ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασίν. 171. ὑπʼ ἀμύμονι πομπῇ] Ἰξίων ἐν τῷ πρώτῳ τῷ πρὸς τὰς ἐξη- γήσεις προφέρεται μετʼ ἀμύμονι. 174. ἐννῆμαρ] ἡ διπλῆ, ὅτι ἐπίφορός ἐστι πρὸς τὸν ἐννέα ἀρι- θμόν. Ἀρίσταρχος καὶ ξείνισσε καὶ ξείνιζε. 176. καὶ τότε μιν ἐρέεινε] ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενί- ζειν πρότερον, εἶτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι. σῆμα] ὅτι σημεῖα λέγει, οὐ γράμματα· εἴδωλα ἄρα ἐνέγραψεν. 181. *ὅτι ἓν σῶμα ἡ Χίμαιρα. 183. ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει. 187. *ἀνερχομένῳ] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ε, ἐπερχομένῳ. 188. βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον τὸν στίχον. 189. * πρὸς τὸ πάλιν, ὅτι οὐ χρονικῶς. 191. γίνωσκε θεοῦ γόνον] ὅτι ἐκ τῶν πραττομένων τοῦτο συνέ- βαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ πλέον αὐτοῦ τὴν δόξαν ἐπιστώσατο. 194. τέμενος τάμον] ἡ διπλῆ, ὅτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι. 195. *γράφεται ὄφρα νέμοιτο. 198. Λαοδαμείῃ μέν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. 199. ὅτι καθʼ Ὄμηρον Σαρπηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν, οὐδʼ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώτεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
