Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.68
Not analysed yet
97. λοιμοῖο βαρείας χεῖρας ἀφέξει] Δαναοῖσιν ἀεικέα λοιγὸν . ἀπώσει. οὕτως Ἀρίσταρχος. καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ οὐδʼ ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει. οὐδʼ ὅγε πρὶν λοιμοῖο] λέξεις ἐκ τῶν πρὸς Κωμανόν. τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν· τοῦτο δέ ἐστιν ἀπεχθῆ· ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν.