# Scholia in Iliadum 1.68-4-74

Scholia in Homerum, Scholia in Iliadum, 1.68 to 1.74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.68-4

125. ἀλήϊος] πένης, ἄπορος, ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον, ἣν λήϊον καλεῖ, ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων. 128. ἀμύμονα] ὅτι χωρὶς τοῦ σ γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. ὕστερον δὲ ἐπὶ τῶν γυναικῶν “ αἳ κάλλει ἐνίκων.” *ἀμύμονα] Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας. 129. Λεσβίδας] παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει, λεγόμενος καλλιστεῖα· ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἔρεσον, Μηθύμνην, Πύρραν, Μυτιλήνην. *τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως ἀκούειν καὶ τοῖς ἄνω συνάπτειν. 130. ἐξελόμην] Ἀρίσταρχος ψιλοῖ, καὶ πρόθεσιν παραδέχεται, ὥστε εἶναι ἓν μέρος λόγου. 131. μετὰ δʼ ἔσσεται] ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθ- μεῖσθαι ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηἶδα ἔδοξεν, καὶ ἐν ἄλλοις γράφει “ἐκ δʼ ἄγεν ἑπτὰ γυναῖκας, ἀμύμονα ἔργʼ εἰδυίας, ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηίδα καλλιπάρῃον” (Il. 19, 245). ἔστι δὲ ἐκτὸς ἡ Βρισηίς. 132. *Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ορκον ὀμοῦμαι. 133. τῆς εὐνῆς] ὅτι ἔξωθεν δεῖ λαβεῖν τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος, μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
