Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.7-3
Not analysed yet
10. *ὅτι τὸ εὖτε οὐκ ἔστι χρονικὸν, ἀλλʼ ὁμοιωματικὸν, ἀναλογοῦν τῷ ἠΰτε. διὰ τοῦ αἱ Ἀριστάρχου τὸ εὖτε, καὶ τὸ ἑτέρωθί που λεγόμενον “τῷ δʼ εὖτε πτερὰ γίνεται” (Il. 19, 386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλιωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο “ηὖτε ὄρευς κορυφῇσι,” παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρʼ ἕκαστα γράφειν ὄρεος. εἰσὶ δὲ οἱ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε, ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· “εὖτε γὰρ ἠέλιος φαέθων” (Il. 11, 735) καὶ “εὖτʼ ἀστὴρ ὑπερέσχε” (Od. 13, 93). λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸ ὄλον· *εὖτ᾿ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν·” ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί τις βλέπειν ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος. ταῦτα ὁ Δίδυμος.