# Scholia in Iliadum 1.7-5

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.7-5

7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ, καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἐξ· “παρὲκ μέγα τειχίον αὐλῆς” (Od. 16, 165). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἐξ προθέσεως, ἔσθʼ ὅτε καὶ τῆς παρά· “ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον” (Od. 12, 276)· “ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ” (Il. 10, 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἐξ συν- τάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος ἐξέχεναν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ· “διὲξ σωλῆνος εἰς ἄγγος.” Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δ΄ (c. 46.) “πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.” παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. *ἔχευεν] διχῶς, καὶ διὰ τοῦ ᾱ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
