# Scholia in Iliadum 1.7-6-12

Scholia in Homerum, Scholia in Iliadum, 1.7 to 1.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.7-6

12. θαύμαζεν πυρά] πῶς, φησὶν, Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μηδὲ βλέπων αὐτὰ διὰ τοῦ τείχους; καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην εἶχε σκηνὴν, ἵνʼ εὐχερῶς θεωρεῖν πάντα δύνηται. 13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς ὁπλοποιίας τῶν αὐλῶν μέμνηται· “αὐλοὶ φόρμιγγές τε βόων” (lI. 18, 495). δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. βραχὺ δὲ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου ὅτι παρὰ τοῖς βαρβάροις ἐγινώσκετο τὰ ὄργανα ταῦτα. 17. ἥδε δέ οἱ] τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται, μὴ ἀποφάσκοντος τοῖς δεινοῖς. 18. δείκνυσιν ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. Πάμφιλος δὲ τὴν ἐπί ἀναστρέφει· πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκα- λωνίτης. 19. *τὸ ἐξῆς ἐστὶν, σὺν αὐτῷ τεκτήναιτο μῆτιν. σὺν μῆτιν] εἰσὶν οἳ ἀνέγνωσαν καθʼ ἓν μέρος λόγου, ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου, σύν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστὶ συντεκτήναιτο μῆτιν. 23. ὅτι ἐπὶ τῷ χιτῶνι λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος. διὸ καὶ ἑξῆς (34) λέγει “τὸν δʼ εὖρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλά.” ἔντεα δὲ ἀπὸ τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα φυλακῆς. οἱ δὲ λεοντῆν. δαφοινὸν] φοβερὸν, καταπληκτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ κατα- πληκτικοῦ λέοντος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
