Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.7-7
Not analysed yet
10. ὄφρα μὲν Ἕκτωρ ζωός] ἀπορίαν εἰκότως παρέχει τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν ὁ Ὅμηρος ἀναπεφώνηκεν “ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἧεν.” τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφʼ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη, Ἀχιλλεὺς δὲ ἐμήνιεν, ἡ δὲ τοῦ Πριάμον πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατερίφθη· ἔτι γὰρ τοῦ πολέμου συνεστῶτος καὶ Ἀχιλλέως μὲν μηνίοντος, Eκτορος δὲ περιόντος καὶ ἀριστεύοντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατερίφθη καὶ διοδεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἄπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν οὖν γραμματικοὶ ἀπὸ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ, κἄν ἐκ μέρους πάθῃ, οὕτε ἐστὶν ἔμπεδα οὕτε ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλʼ ὄστρακον· καὶ τεῖχος οὐκέθʼ οἷόν τε κρύπτειν καὶ φυλάττειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀραρὸς, οὐδέ ἐστιν ὅμοιον τῷ “οὐδέ μοι ἤτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι” (Il. 10, 93) οὐδὲ τῷ “ὁ μὲν ἔμπεδον ἡνιόχευεν' (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξ- ενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αθις ἁλίπλουν γιγνό- μενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων —λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον” (24—31). ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατος εἰς θάλασσάν φησιν ἐξενεχθῆναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδʼ ὅτε Ξάνθος ἐπλήμμυρε κατʼ Ἀχιλλέως· καὶ τὸ κατὰ μεταφορὰν δʼ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πεδίῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος κατʼ αὐτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη ἐπὶ θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.