# Scholia in Iliadum 1.7

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.7

7. Ἀτρείδης τε ἄναξ] ἱστορία. Ἀγαμέμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος, μητρὸς δὲ Ἀερόπης, κατὰ δὲ Ἡσίοδον Πλει- σθένους, τὸ γένος Μυκηναῖος, ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον καὶ ὑποστρέψας οἴκαδε ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπὶ εὐωχίας· οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδη- μίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικοὺς, αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χιτῶνι μὴ ἔχοντι διέκδυσιν τραχήλου. ἔσχε δʼ ἐξ αὐτῆς υἱὸν μὲν Ὀρέστην. καὶ θυγατέρας τέσσαρας, Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν καὶ Ἠλέκτραν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
