# Scholia in Iliadum 1.70-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.70-3

171. *ἐλέγχιστος] διχῶς Ἀρίσταρχος, καὶ ἐλέγχιστον. πολυδίψιον] ἄνυδρον οὖσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησε Δαναὸς ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου καὶ οἰκήσας αὐτήν· τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν τῆς Ἀμυμώνης ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ πηγάς. οἱ δὲ οὕτως, ὅτι Ἀθηνᾶς ὑποθήκαις πολυδίψιον τὸ Ἄργος πρότερον ὑπάρχον ἄδιψον γενέσθαι διὰ τῶν Δαναοῦ θυγατέρων ἐποίησεν· ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπὶ τὸν τῶν Δαναοῦ θυγατέρων γάμον, αἱ Δα- ναῒδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν αὐτούς· ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύ- νασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσε καὶ ἐτήρησεν· καὶ γὰρ ἐκεῖνος αὐτῆς τὴν παρθενίαν ἔσωσεν. ὅθεν γυναῖκα λαβὼν αὐτὴν ὕστερον συνετήρησεν. πολυδίψιον οὖν ἤτοι πολυδιάφθορον διὰ πολέμους. ἢ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων καὶ ἐπιθυ- μούντων πότου· ἐξ οὗ ἄνυδρον. ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον. * ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν λέγει.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
