Ancient Greek
1.71 to 1.78
Scholia in Homerum, Scholia in Iliadum 1.71-4-78
Not analysed yet
174. σέο δʼ ὀστέα πύσει ἄρουρα] ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὀμήρου ἐστὶ ταῦτα “ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγει, ὅτʼ ἂν αὖτε νεώμεθα” (Il. 7, 334). 176. καί κέ τις ὦδʼ ἐρέει] ὅτι ἤτοι ὁ κε περισσεύει, ἢ τὸ ῥῆμα ἐνήλλακται, ἐρέει ἀντὶ τοῦ εἴποι ἄν. 178. *χρήσιμον ἀνεστραμμένης περιόδου ὑπόδειγμα. 181. κεινῇσιν νηυσί] κεναῖς εἶπεν, ὅτι ὁ Μενέλαος ἀποθανὼν οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί. 182. εὐρεῖα χθών] ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ εὐρεῖα, ἀλλʼ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς γένοιτο. *μηδέ τί πω] οὕτω πω Ἀρίσταρχος, οὐχὶ που, ὥς τινες. 187. ὅτι τοῦ ζώματος μνησθεὶς παραλέλοιπε τὸν θώρακα, ὥστε ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. ἡ δὲ μίτρα τούτῳ προσῆπται τῷ θώρακι· “καὶ ζῶμα φαεινόν” (Od. 14, 482) διὰ τὸν χαλκόν. ἡ μίτρα οὖν ἔσωθεν ἐριώδης ἐστὶ, περὶ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα. 189. *φίλος ὦ Μενέλαε] ἡ ὀρθὴ ἀντὶ τῆς κλητικῆς, φίλος ἀντὶ τοῦ φίλε. *στικτέον ἐπὶ τὸ τέλος τοῦ στίχου τελείῳ· ἀσύνδετος γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς. 190. ἐπιμάσσεται] παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· ἀφʼ οὗ καὶ ὁ μαστός καὶ ἡ μάσταξ.