# Scholia in Iliadum 1.72-3-80

Scholia in Homerum, Scholia in Iliadum, 1.72 to 1.80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.72-3

152. * ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει. 157. φύγαδε] ὡς ἄλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτως φυγήνδε φύγαδε. *τράπε] οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου. 161. ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ- σις παρὰ τῷ ποιητῇ. 163. ἀντʼ] κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. *Αρίσταρχος ἀντιτέτυξο. 164. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ, καὶ τὸ “πάρος τοι δαίμονα δώσω” τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν· ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις. *τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν. 166. * δαίμονα δώσω] ἐν τῇ Ζηνοδότου πότμον ἐφήσω. 168. ὅτι ὑποτάσσουσιν “ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέ- σασθα.” οὐκ ἔστι δέ· τὸ γὰρ διάνδιχα οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μά- χεσθαι. 170. *ἀπ᾿ Ἰδαίων] γράφεται καὶ ἐπʼ δαίων. 171. βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ ση- μεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνά- πτωμεν, γίνεται σολοικοφανές.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
