# Scholia in Iliadum 1.72-83

Scholia in Homerum, Scholia in Iliadum, 1.72 to 1.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.72

127. *ὁ Ἰξίων διὰ τοῦ ν ἕκαστον. 129. *πλέας] τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται. 130. Τρώων οἱ ναίουσι] ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133) ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησιν εἶναι. 131. ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων εὕρομεν ἔνεισιν· καὶ Καλ- λίστρατος οὕτως ἐν τῷ περὶ Ἰλιάδος γράφει, καθάπερ καὶ τὸ “ἡμεῖς δὲ μαχόμεθ᾿ οἵπερ τ᾿ ἐπίκουροι ἔνειμεν” (ΙΙ. 5, 477)· παῤ ὃ καὶ διχῆ γράφομεν. ἐγχέσπαλοι δὲ ὅτι ἔσειον τὰ δόρατα, πρὸ τῆς ἀφέσεως, μήποτ᾿ ἄρα εἶεν κλασθέντα. 132. *οἵ με μέγα πλάζουσι] πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ λέγειν τὸ κοινόν. τὸ οἵ ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν ἐπὶ τὸ ἄνδρες ἔασιν· ἐπὶ δὲ τὸ πλάζουσι θετέον τὴν ἄνω δευτέραν στιγμὴν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς. 133. Ἰλίου] ἐν τοῖς κατ᾿ Ἀριστοφάνην ὑπομνήμασιν Ἀριστάρχου Ἴλιον ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε ἄμεινον ἔχει. 135. *δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται] ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξενήνοχε τὸ λέλυνται καὶ σέσηπε. 136. αἱ δέ που] συναπτέον ἕως τοῦ ποτιδέγμεναι· μία γὰρ ἡ περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι διαστέλλοι, ἀπρεπῆ τὸν νοῦν τίθησιν. 137. γρ. εἵατ᾿ ἐνὶ μεγάροις ποτιδέγμεναι. manus rec. 139. ὑποστικτέον ἐν ὑποκρίσει μετὰ τὸ εἴπω, διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀντ- αποδόσεως. 143. * ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό. 144. ὡς κύματα] ὅτι Ζηνόδοτος γράφει φὴ κύματα. οὐδέποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὡς τέταχεν. κύματα μακρά] ὑψηλὰ, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπ᾿ ἄλλοις, ὡς ὅνλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
