# Scholia in Iliadum 1.73

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.73

174. *οὕτως συνάπτειν δεῖ, ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· τὸ δὲ ἐξῆς λεγόμενον, οὗτος γὰρ δὴ ὀνήσει, ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λαχόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ “καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται.” ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ τούτους ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι “κληρώθητε ὃς ἂν λάχῃσι” σύνηθες Ὁμήρῳ ἐστὶν, οἷον κληρώθητε, λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες. ταῦτα δέ τινες ὑπιδόμενοι ἀφʼ ἑτέρας ἀρχῆς ποιοῦσιν ἀναγινώσκειν, διαμπερὲς ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, ἵνʼ ᾖ τὸ ἐξῆς, οὕτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, δῆλον ὅτι μετὰ τὸ διαμπερές στίζοντες. ταῦτα ὁ Νικάνωρ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
