Ancient Greek
1.74 to 1.91
Scholia in Homerum, Scholia in Iliadum 1.74-91
Not analysed yet
175. οἱ δὲ κλῆρον—] τοῦ κλήρου διὰ πάντων ἐρχομένου ἀντὶ τοῦ πάντες. *ἐσημήναντο] ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν. 177. *διχῶς, καὶ θεοῖσι δέ καὶ θεοῖς ἰδέ. ὁ Ἀσκαλωνίτης διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς “ἰδὲ κλέος ἐσθλὸν ἄροιτο” (Il. 5, 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει, λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ. 180. *Μυκήνης] ὅτι ἀλλαχοῦ πληθυντικῶς Μυκήνας. 182. *ὅτι ἀνέσειον τοὺς κλήρους, οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν. 184. ἐνδέξια] ὅταν ἀντὶ ἐπιρρήματος ᾖ τοῦ ἐπιδεξίως τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. 186. *διχῶς, ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο, καὶ ἀλλʼ ὅτε δὴ τὸν ἵκανε. 187. ἐπιγράψας] ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλʼ ἐγχαράξας σημεῖα· εἰ γὰρ κοινῶς ἤδεσαν γράμματα, ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους οἷς ἐπεδείκνυτο ὁ κλῆρος. 193. *Ἀρίσταρχος δύνω, ἄλλοι δὲ δύω. 195. σιγῇ ἐφʼ ὑμείων ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι (199) στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λόγοι, καὶ ἑαυτῷ ἀνθ- υποφέρει γελοίως. 197. *ἑκὼν] Ἀρίσταρχος διὰ τοῦ λ, ἑλών. *Ἀρίσταρχος καὶ αἱ πλείους ἑλών. 198. οὐδέ τʼ ἀιδρείῃ] διὰ τοῦ ῑ εἶχον αἱ Ἀριστάρχον· ἡ δὲ Ἀρι- στοφάνους οὐδὲ μὲν ἰδρείῃ. ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ. ἐμὲ] ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα. 199. γενέσθαι τε] ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν, ἀλλ᾿ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῆ Τ τῆς Ὀδυσσείας (320) παρα- λόγως ἐνεκλίναμεν ἐν τῷ “ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,” ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. 202. Ἴδηθεν] ἡ διπλῆ, ὅτι τὸ θέν παρέλκει νῦν· ἔστι γὰρ ἀντὶ τοῦ Ἴδης. 210. *ἔριδος μένει] περιφραστικῶς ἔριδι. 212. *προσώπασι] ἀντὶ τοῦ προσώπῳ. 213. *βιβάς] οὕτως Ἀρίσταρχος, βιβάς. 214. *Ἀρίσταρχος τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον. 221. Ὕλῃ] ὅτι ἐνταῦθα συνεσταλμένως, ἐν δὲ τῷ καταλόγῳ (Il. 2, 500) ἐκτεταμένως “ἠδ Ὕλην καὶ Πετεῶνα.”