# Scholia in Iliadum 1.75-4-86

Scholia in Homerum, Scholia in Iliadum, 1.75 to 1.86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.75-4

140. ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ἀγγελίην εἴποιμι περί- φρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβιν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆ̣?.” *ὅτι ἀντὶ τοῦ ἄγγελον. 141. ἔμεν] δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶς γέγονεν ἔμεναι, ὡς τὸ θεῖναι θέμεναι. 142. τοῦ πατρὸς] ὅτι Ζηνόδοτος γράφει οὗ πατρός. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν Ἀρίσταρχος σφοῦ πατρός, αὐτὸς δὲ τοῦ πατρός. 144. ὁ δʼ ὕπτιος] ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει. * Ἀρίσταρχος οὖδας ἔρεισεν. 146. Ἀρίσταρχος πλήξας. 147. ὅλμον δʼ ὣς] ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι· ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι καὶ ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, χοίνικος (Od. 19, 28) καὶ λύχνου (ib. 34). πρὸς τοὺς χωρίζοντας. 150. πεζοὶ μὲν] πολὺ βέλτιον ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγι- νώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται. 152. τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου ὑπερβατόν. 153. χαλκῷ δηῖόωντες] ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν, ἢ ὅτι συντακτέον τοῦτο τῷ “πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππῆες δʼ ἱππῆας·” οἱ γὰρ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον. 155. πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν. οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος “τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν.” 156. θάμνοι] οἱ σύμφυτοι τόποι, παρὰ τὸ θαμὰ καταφυτεύεσθαι αὐτοὺς, ὅ ἐστι πυκνῶς. οἱ δὲ τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά. 157. Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει ἐπειγόμενοι, ὡς τυπτό- μενοιʼ κατὰ γὰρ τῶν θάμνων κεῖται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
